www.placita.org
Empedoclis Carminum Fragmenta
Cliquer sur le bouton à droite du vers pour obtenir le texte des sources / Click on the button on the right of each verse to see the sources




Diels Hermann, Kranz Walther
Die Fragmente der Vorsokratiker, Zürich, 1951

1
Παυσανίη, σὺ δὲ κλῦθι, δαΐφρονος Ἀγχίτεω υἱέ. 1,1  
στεινωποὶ μὲν γὰρ παλάμαι κατὰ γυῖα κέχυνται· 2,1  
πολλὰ δὲ δείλ’ ἔμπαια, τά τ’ ἀμβλύνουσι μερίμνας.  
παῦρον δ’ ἐν ζωῇσι βίου μέρος ἀθρήσαντες  
5
ὠκύμοροι καπνοῖο δίκην ἀρθέντες ἀπέπταν  
αὐτὸ μόνον πεισθέντες, ὅτῳ προσέκυρσεν ἕκαστος 2,5  
πάντοσ’ ἐλαυνόμενοι, τὸ δ’ ὅλον <πᾶς> εὔχεται εὑρεῖν·  
οὕτως οὔτ’ ἐπιδερκτὰ τάδ’ ἀνδράσιν οὔτ’ ἐπακουστά  
οὔτε νόῳ περιληπτά. σὺ δ’ οὖν, ἐπεὶ ὧδ’ ἐλιάσθης,  
10
πεύσεαι οὐ πλέον ἠὲ βροτείη μῆτις ὄρωρεν  
ἀλλὰ θεοὶ τῶν μὲν μανίην ἀποτρέψατε γλώσσης, 3,1  
ἐκ δ’ ὁσίων στομάτων καθαρὴν ὀχετεύσατε πηγήν  
καὶ σέ, πολυμνήστη λευκώλενε παρθένε Μοῦσα,  
ἄντομαι, ὧν θέμις ἐστὶν ἐφημερίοισιν ἀκούειν,  
15
πέμπε παρ’ Εὐσεβίης ἐλάουσ’ εὐήνιον ἅρμα. 3,5  
μηδέ σέ γ’ εὐδόξοιο βιήσεται ἄνθεα τιμῆς  
πρὸς θνητῶν ἀνελέσθαι, ἐφ’ ᾧ θ’ ὁσίης πλέον εἰπεῖν  
θάρσεϊ — καὶ τότε δὴ σοφίης ἐπ’ ἄκροισι θοάζειν.  
ἀλλ’ ἄγ’ ἄθρει πάσῃ παλάμῃ, πῇ δῆλον ἕκαστον,  
20
μήτε τι ὄψιν ἔχων πίστει πλέον ἢ κατ’ ἀκουήν 3,10  
ἢ ἀκοὴν ἐρίδουπον ὑπὲρ τρανώματα γλώσσης,  
μήτε τι τῶν ἄλλων, ὁπόσῃ πόρος ἐστὶ νοῆσαι,  
γυίων πίστιν ἔρυκε, νόει δ’ ᾗ δῆλον ἕκαστον.  
ἀλλὰ κακοῖς μὲν κάρτα μέλει κρατέουσιν ἀπιστεῖν. 4,1  
25
ὡς δὲ παρ’ ἡμετέρης κέλεται πιστώματα Μούσης,  
γνῶθι διασσηθέντος ἐνὶ σπλάγχνοισι λόγοιο.  
                          στεγάσαι φρενὸς ἔλλοπος εἴσω 5,1  
τέσσαρα γὰρ πάντων ῥιζώματα πρῶτον ἄκουε· 6,1  
Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδ’ Ἀιδωνεύς  
30
Νῆστίς θ’, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον.  
ἀγένητα : στοιχεῖα. παρ’ Ἐμπεδοκλεῖ. 7,1  
ἄλλο δέ τοι ἐρέω· φύσις οὐδενὸς ἔστιν ἁπάντων 8,1  
θνητῶν, οὐδέ τις οὐλομένου θανάτοιο τελευτή,  
ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων  
35
ἔστι, φύσις δ’ ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισιν.  
οἱ δ’ ὅτε μὲν κατὰ φῶτα μιγέντ’ εἰς αἰθέρ’ ἵ<κωνται> (?) 9,1  
ἢ κατὰ θηρῶν ἀγροτέρων γένος ἢ κατὰ θάμνων  
ἠὲ κατ’ οἰωνῶν, τότε μὲν τὸ <λέγουσι> γενέσθαι,  
εὖτε δ’ ἀποκρινθῶσι, τὸ δ’ αὖ δυσδαίμονα πότμον·  
40
ἣ θέμις <οὐ> καλέουσι, νόμῳ δ’ ἐπίφημι καὶ αὐτός. 9,5  
θάνατον . . . ἀλοίτην . . . 10,1  
νήπιοι· οὐ γάρ σφιν δολιχόφρονές εἰσι μέριμναι, 11,1  
οἳ δὴ γίγνεσθαι πάρος οὐκ ἐὸν ἐλπίζουσιν  
ἤ τι καταθνῄσκειν τε καὶ ἐξόλλυσθαι ἁπάντῃ.  
45
ἔκ τε γὰρ οὐδάμ’ ἐόντος ἀμήχανόν ἐστι γενέσθαι 12,1  
καί τ’ ἐὸν ἐξαπολέσθαι ἀνήνυστον καὶ ἄπυστον·  
ἀεὶ γὰρ τῇ γ’ ἔσται, ὅπῃ κέ τις αἰὲν ἐρείδῃ.  
οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περισσόν. 13,1  
τοῦ παντὸς δ’ οὐδὲν κενεόν· πόθεν οὖν τί κ’ ἐπέλθοι ; 14,1  
50
οὐκ ἂν ἀνὴρ τοιαῦτα σοφὸς φρεσὶ μαντεύσαιτο, 15,1  
ὡς ὄφρα μέν τε βιῶσι, τὸ δὴ βίοτον καλέουσι,  
τόφρα μὲν οὖν εἰσίν, καί σφιν πάρα δειλὰ καὶ ἐσθλά,  
πρὶν δὲ πάγεν τε βροτοὶ καὶ <ἐπεὶ> λύθεν, οὐδὲν ἄρ’ εἰσιν.  
ᾗ γὰρ καὶ πάρος ἔσκε (?), καὶ ἔσσεται, οὐδέ ποτ’, οἴω, 16,1  
55
τούτων ἀμφοτέρων κενεώσεται ἄσπετος αἰών.  
δίπλ’ ἐρέω· τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι 17,1  
ἐκ πλεόνων, τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι.  
δοιὴ δὲ θνητῶν γένεσις, δοιὴ δ’ ἀπόλειψις·  
τὴν μὲν γὰρ πάντων σύνοδος τίκτει τ’ ὀλέκει τε,  
60
ἡ δὲ πάλιν διαφυομένων θρεφθεῖσα διέπτη. 17,5  
καὶ ταῦτ’ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει,  
ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα,  
ἄλλοτε δ’ αὖ δίχ’ ἕκαστα φορεύμενα Νείκεος ἔχθει.  
<οὕτως ᾗ μὲν ἓν ἐκ πλεόνων μεμάθηκε φύεσθαι>  
65
ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον’ ἐκτελέθουσι, 17,10  
τῇ μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών·  
ᾗ δὲ διαλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει,  
ταύτῃ δ’ αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.  
ἀλλ’ ἄγε μύθων κλῦθι· μάθη γάρ τοι φρένας αὔξει·  
70
ὡς γὰρ καὶ πρὶν ἔειπα πιφαύσκων πείρατα μύθων, 17,15  
δίπλ’ ἐρέω· τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι  
ἐκ πλεόνων, τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι,  
πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἄπλετον ὕψος,  
Νεῖκός τ’ οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντῃ,  
75
καὶ Φιλότης ἐν τοῖσιν, ἴση μῆκός τε πλάτος τε· 17,20  
τὴν σὺ νόῳ δέρκευ, μηδ’ ὄμμασιν ἧσο τεθηπώς·  
ἥτις καὶ θνητοῖσι νομίζεται ἔμφυτος ἄρθροις,  
τῇ τε φίλα φρονέουσι καὶ ἄρθμια ἔργα τελοῦσι,  
Γηθοσύνην καλέοντες ἐπώνυμον ἠδ’ Ἀφροδίτην·  
80
τὴν οὔ τις μετὰ τοῖσιν ἑλισσομένην δεδάηκε 17,25  
θνητὸς ἀνήρ· σὺ δ’ ἄκουε λόγου στόλον οὐκ ἀπατηλόν.  
ταῦτα γὰρ ἶσά τε πάντα καὶ ἥλικα γένναν ἔασι,  
τιμῆς δ’ ἄλλης ἄλλο μέδει, πάρα δ’ ἦθος ἑκάστῳ,  
ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο χρόνοιο.  
85
καὶ πρὸς τοῖς οὔτ’ ἄρ τι ἐπιγίνεται οὐδ’ ἀπολήγει· 17,30  
εἴτε γὰρ ἐφθείροντο διαμπερές, οὐκέτ’ ἂν ἦσαν·  
τοῦτο δ’ ἐπαυξήσειε τὸ πᾶν τί κε ; καὶ πόθεν ἐλθόν ;  
πῇ δέ κε κἠξαπόλοιτο, ἐπεὶ τῶνδ’ οὐδὲν ἔρημον ;  
ἀλλ’ αὐτ(ὰ) ἔστιν ταῦτα, δι’ ἀλλήλων δὲ θέοντα  
90
γίγνεται ἄλλοτε ἄλλα καὶ ἠνεκὲς αἰὲν ὁμοῖα 17,35  
Φιλίη 18,1  
σχεδύνην Φιλότητα 19,1  
τοῦτο μὲν ἀν βροτέων μελέων ἀριδείκετον ὄγκον· 20,1  
ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα  
95
γυῖα, τὰ σῶμα λέλογχε, βίου θαλέθοντος ἐν ἀκμῇ·  
ἄλλοτε δ’ αὖτε κακῇσι διατμηθέντ’ Ἐρίδεσσι  
πλάζεται ἄνδιχ’ ἕκαστα περὶρρηγμῖνι βίοιο. 20,5  
ὡς δ’ αὔτως θάμνοισι καὶ ἰχθύσιν ὑδρομελάθροις  
θηρσί τ’ ὀρειλεχέεσσιν ἰδὲ πτεροβάμοσι κύμβαις.  
100
ἀλλ’ ἄγε, τόνδ’ ὀάρων προτέρων ἐπιμάρτυρα δέρκευ, 21,1  
εἴ τι καὶ ἐν προτέροισι λιπόξυλον ἔπλετο μορφῇ,  
ἠέλιον μὲν λευκὸν ὁρᾶν καὶ θερμὸν ἁπάντῃ,  
ἄμβροτα δ’ ὅσσ’ εἴδει τε καὶ ἀργέτι δεύεται αὐγῇ,  
ὄμβρον δ’ ἐν πᾶσι δνοφόεντά τε ῥιγαλέον τε· 21,5  
105
ἐκ δ’ αἴης προρέουσι θέλεμνά τε καὶ στερεωπά.  
ἐν δὲ Κότῳ διάμορφα καὶ ἄνδιχα πάντα πέλονται,  
σὺν δ’ ἔβη ἐν Φιλότητι καὶ ἀλλήλοισι ποθεῖται.  
ἐκ τούτων γὰρ πάνθ’ ὅσα τ’ ἦν ὅσα τ’ ἔστι καὶ ἔσται,  
δένδρεά τ’ ἐβλάστησε καὶ ἀνέρες ἠδὲ γυναῖκες, 21,10  
110
θῆρές τ’ οἰωνοί τε καὶ ὑδατοθρέμμονες ἰχθῦς,  
καί τε θεοὶ δολιχαίωνες τιμῇσι φέριστοι.  
αὐτὰ γὰρ ἔστιν ταῦτα, δι’ ἀλλήλων δὲ θέοντα  
γίγνεται ἀλλοιωπά· τόσον διὰ κρῆσις ἀμείβει.  
ἄρθμια μὲν γὰρ ταῦτα ἑαυτῶν πάντα μέρεσσιν, 22,1  
115
ἠλέκτωρ τε χθών τε καὶ οὐρανὸς ἠδὲ θάλασσα,  
ὅσσα φιν ἐν θνητοῖσιν ἀποπλαχθέντα πέφυκεν.  
ὡς δ’ αὔτως ὅσα κρῆσιν ἐπαρκέα μᾶλλον ἔασιν,  
ἀλλήλοις ἔστερκται ὁμοιωθέντ’ Ἀφροδίτῃ. 22,5  
ἐχθρὰ <δ’ ἃ> πλεῖστον ἀπ’ ἀλλήλων διέχουσι μάλιστα  
120
γέννῃ τε κρήσει τε καὶ εἴδεσιν ἐκμακτοῖσι  
πάντῃ συγγίνεσθαι ἀήθεα καὶ μάλα λυγρά  
Νείκεος ἐννεσίῃσιν, ὅτι σφίσι γένναν ἔοργεν (?).  
ὡς δ’ ὁπόταν γραφέες ἀναθήματα ποικίλλωσιν 23,1  
ἀνέρες ἀμφὶ τέχνης ὑπὸ μήτιος εὖ δεδαῶτε,  
125
οἵτ’ ἐπεὶ οὖν μάρψωσι πολύχροα φάρμακα χερσίν,  
ἁρμονίῃ μείξαντε τὰ μὲν πλέω, ἄλλα δ’ ἐλάσσω,  
ἐκ τῶν εἴδεα πᾶσιν ἀλίγκια πορσύνουσι, 23,5  
δένδρεά τε κτίζοντε καὶ ἀνέρας ἠδὲ γυναῖκας  
θῆράς τ’ οἰωνούς τε καὶ ὑδατοθρέμμονας ἰχθῦς  
130
καί τε θεοὺς δολιχαίωνας τιμῇσι φερίστους·  
οὕτω μή σ’ ἀπάτη φρένα καινύτω ἄλλοθεν εἶναι  
θνητῶν, ὅσσα γε δῆλα γεγάκασιν ἄσπετα, πηγήν, 23,10  
ἀλλὰ τορῶς ταῦτ’ ἴσθι, θεοῦ πάρα μῦθον ἀκούσας.  
             κορυφὰς ἑτέρας ἑτέρῃσι προσάπτων 24,1  
135
μύθων μὴ τελέειν ἀτραπὸν μίαν,  
. . . . καὶ δὶς γάρ, ὃ δεῖ, καλόν ἐστιν ἐνισπεῖν. 25,1  
ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο κύκλοιο, 26,1  
καὶ φθίνει εἰς ἄλληλα καὶ αὔξεται ἐν μέρει αἴσης.  
αὐτὰ γὰρ ἔστιν ταῦτα, δι’ ἀλλήλων δὲ θέοντα  
140
γίνοντ(αι) ἄνθρωποί τε καὶ ἄλλων ἔθνεα θηρῶν  
ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἕνα κόσμον, 26,5  
ἄλλοτε δ’ αὖ δίχ’ ἕκαστα φορούμενα Νείκεος ἔχθει,  
εἰσόκεν ἓν συμφύντα τὸ πᾶν ὑπένερθε γένηται.  
οὗτως ᾗ μὲν ἓν ἐκ πλεόνων μεμάθηκε φύεσθαι  
145
ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον’ ἐκτελέθουσι,  
τῇ μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών· 26,10  
ᾗ δὲ τάδ’ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει,  
ταύτῃ δ’ αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.  
ἔνθ’ οὔτ’ ἠελίοιο διείδεται ὠκέα γυῖα 27,1  
150
οὐδὲ μὲν οὐδ’ αἴης λάσιον μένος οὐδὲ θάλασσα·  
οὕτως Ἁρμονίης πυκινῷ κρύφῳ ἐστήρικται  
Σφαῖρος κυκλοτερὴς μόνιῃ περιηγέι γαίων  
οὐ στάσις οὐδέ τε δῆρις ἀναίσιμος ἐν μελέεσσιν. 27a,1  
ἀλλ’ ὅ γε πάντοθεν ἶσος <ἑοῖ> καὶ πάμπαν ἀπείρων 28,1  
155
Σφαῖρος κυκλοτερὴς μονίῃ περιηγέι γαίων.  
οὐ γὰρ ἀπὸ νώτοιο δύο κλάδοι ἀίσσονται, 29,1  
οὐ πόδες, οὐ θοὰ γοῦν(α), οὐ μήδεα γεννήεντα,  
ἀλλὰ σφαῖρος ἔην καὶ <πάντοθεν> ἶσος ἑαυτῷ.  
αὐτὰρ ἐπεὶ μέγα Νεῖκος ἐνὶμμελέεσσιν ἐθρέφθη 30,1  
160
ἐς τιμάς τ’ ἀνόρουσε τελειομένοιο χρόνοιο,  
ὅς σφιν ἀμοιβαῖος πλατέος παρ’ ἐλήλαται ὅρκου . . .  
πάντα γὰρ ἑξείης πελεμίζετο γυῖα θεοῖο. 31,1  
                          δύω δέει ἄρθρον (?). 32,1  
ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐγόμφωσεν καὶ ἔδησε . . . 33,1  
165
ἄλφιτον ὕδατι κολλήσας . . . 34,1  
αὐτὰρ ἐγὼ παλίνορσος ἐλεύσομαι ἐς πόρον ὕμνων, 35,1  
τὸν πρότερον κατέλεξα, λόγου λόγον ἐξοχετεύων,  
κεῖνον· ἐπεὶ Νεῖκος μὲν ἐνέρτατον ἵκετο βένθος  
δίνης, ἐν δὲ μέσῃ Φιλότης στροφάλιγγι γένηται,  
170
ἐν τῇ δὴ τάδε πάντα συνέρχεται ἓν μόνον εἶναι, 35,5  
οὐκ ἄφαρ, ἀλλὰ θελημὰ συνιστάμεν’ ἄλλοθεν ἄλλα.  
τῶν δέ τε μισγομένων χεῖτ’ ἔθνεα μυρία θνητῶν (?)·  
πολλὰ δ’ ἄμεικτ’ ἔστηκε κεραιομένοισιν ἐναλλάξ,  
ὅσσ’ ἔτι Νεῖκος ἔρυκε μετάρσιον· οὐ γὰρ ἀμεμφέως  
175
τῶν πᾶν ἐξέστηκεν ἐπ’ ἔσχατα τέρματα κύκλου, 35,10  
ἀλλὰ τὰ μέν τ’ ἐνέμιμνε, μελέων τὰ δέ τ’ ἐξεβεβήκει.  
ὅσσον δ’ αἰὲν ὑπεκπροθέοι, τόσον αἰὲν ἐπῄει  
ἠπιόφρων Φιλότητος ἀμεμφέος ἄμβροτος ὁρμή·  
αἶψα δὲ θνήτ’ ἐφύοντο, τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι,  
180
ζωρά τε τὰ πρὶν ἄκρητα, διαλλάξαντα κελεύθους. 35,15  
τῶν δέ τε μισγομένων χεῖτ’ ἔθνεα μυρία θνητῶν,  
παντοίαις ἰδέῃσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.  
τῶν δὲ συνερχομένων ἐξ ἔσχατον ἵστατο Νεῖκος 36,1  
αὔξει δὲ χθὼν μὲν σφέτερον δέμας, αἰθέρα δ’ αἰθήρ. 37,1  
185
εἰ δ’ ἄγε τοι λέξω πρῶθ’ † ἥλιον ἀρχήν †, 38,1  
ἐξ ὧν δῆλ’ ἐγένοντο τὰ νῦν ἐσορῶμεν ἅπαντα,  
γαῖά τε καὶ πόντος πολυκύμων ἠδ’ ὑγρὸς ἀήρ  
Τιτὰν ἠδ’ αἰθὴρ σφίγγων περὶ κύκλον ἅπαντα.  
εἴπερ ἀπείρονα γῆς τε βάθη καὶ δαψιλὸς αἰθήρ, 39,1  
190
ὡς διὰ πολλῶν δὴ γλώσσης ἐλθόντα ματαίως  
ἐκκέχυται στομάτων ὀλίγον τοῦ παντὸς ἰδόντων . . .  
Ἥλιος ὀξυβελὴς ἠδ’ ἱλάειρα Σελήνη 40,1  
ἀλλ’ ὁ μὲν ἁλισθεὶς μέγαν οὐρανὸν ἀμφιπολεύει. 41,1  
                                   ἀπεστέγασεν δέ οἱ αὐγὰς, 42,1  
195
ἔστ’ ἂν ἴῃ καθύπερθεν, ἀπεσκνίφωσε δὲ γαίης  
τόσσον ὅσον τ’ εὖρος γλαυκώπιδος ἔπλετο μήνης.  
ὣς αὐγὴ τύψασα σεληναίης κύκλον εὐρύν . . . 43,1  
ἀνταυγεῖ πρὸς Ὄλυμπον ἀταρβήτοισι προσώποις. 44,1  
κυκλοτερὲς περὶ γαῖαν ἑλίσσεται ἀλλότριον φῶς. 45,1  
200
ἅρματος ὡς περί χνοίη ἑλίσσεται ἥ τε παρ’ ἄκρην . . . (?) 46,1  
ἀθρεῖ μὲν γὰρ ἄνακτος ἐναντίον ἁγέα κύκλον. 47,1  
νύκτα δὲ γαῖα τίθησιν ὑφισταμένη φαέεσσι. 48,1  
<ἠελίου>.  
νυκτὸς ἐρημαίης ἀλαώπιδος . . . 49,1  
205
Ἶρις δ’ ἐκ πελάγους ἄνεμον φέρει ἢ μέγαν ὄμβρον. 50,1  
καρπαλίμως δ’ ἀνόπαιον . . . 51,1  
πολλὰ δ’ ἔνερθ(ε) οὔδεος πυρὰ καίεται. 52,1  
οὕτω γὰρ συνέκυρσε θέων τοτέ, πολλάκι δ’ ἄλλως. 53,1  
αἰθήρ <δ’ αὖ> μακρῇσι κατὰ χθόνα δύετο ῥίζαις. 54,1  
210
                                       γῆς ἱδρῶτα θάλασσαν. 55,1  
ἃλς ἐπάγη ῥιπῇσιν ἐωσμένος ἠελίοιο. 56,1  
ᾗ πολλαὶ μὲν κόρσαι ἀναύχενες ἐβλάστησαν, 57,1  
γυμνοὶ δ’ ἐπλάζοντο βραχίονες εὔνιδες ὤμων,  
ὄμματά τ’ οἶ(α) ἐπλανᾶτο πενητεύοντα μετώπων.  
215
ἐν ταύτῃ οὖν τῇ καταστάσει ‘μουνομελῆ ἔτι τὰ γυῖα ἀπὸ τῆς τοῦ Νείκους διακρίσεως ὄντα ἐπλανᾶτο τῆς πρὸς ἄλληλα μίξεως ἐφιέμενα’ 58,1  
αὐτὰρ ἐπεὶ κατὰ μεῖζον ἐμίσγετο δαίμονι δαίμων, 59,1  
ταῦτά τε συμπίπτεσκον, ὅπῃ συνέκυρσεν ἕκαστα,  
ἄλλα τε πρὸς τοῖς πολλὰ διηνεκῆ ἐξεγένοντο.  
εἱλίποδ’ ἀκριτόχειρα 60,1  
220
πολλὰ μὲν ἀμφιπρόσωπα καὶ ἀμφίστερνα φύεσθαι, 61,1  
βουγενῆ ἀνδρόπρῳρα, τὰ δ’ ἔμπαλιν ἐξανατέλλειν  
ἀνδροφυῆ βούκρανα, μεμειγμένα τῇ μὲν ἀπ’ ἀνδρῶν  
τῇ δὲ γυναικοφυῆ σκιεροῖς ἠσκημένα γυίοις.  
νῦν δ’ ἄγ’, ὅπως ἀνδρῶν τε πολυκλαύτων τε γυναικῶν 62,1  
225
ἐννυχίους ὅρπηκας ἀνήγαγε κρινόμενον πῦρ,  
τῶνδε κλύ’· οὐ γὰρ μῦθος ἀπόσκοπος οὐδ’ ἀδαήμων.  
οὐλοφυεῖς μὲν πρῶτα τύποι χθονὸς ἐξανέτελλον,  
ἀμφοτέρων ὕδατός τε καὶ εἴδεος αἶσαν ἔχοντες· 62,5  
τοὺς μὲν πῦρ ἀνέπεμπε θέλον πρὸς ὁμοῖον ἱκέσθαι,  
230
οὔτε τί πω μελέων ἐρατὸν δέμας ἐμφαίνοντας  
οὔτ’ ἐνοπὴν οἷόν τ’ ἐπιχώριον ἀνδράσι γυῖον.  
ἀλλὰ διέσπασται μελέων φύσις· ἡ μὲν ἐν ἀνδρός . . . 63,1  
τῷ δ’ ἐπὶ καὶ πόθος εἶσι δι’ ὄψιος ἀμμιμνῄσκων (?). 64,1  
ἐν δ’ ἐχύθη καθαροῖσι· τὰ μὲν τελέθουσι γυναῖκες 65,1  
235
ψύχεος ἀντιάσαντα <τὰ δ’ ἔμπαλιν ἄρρενα θερμοῦ>.  
σχιστοὺς λειμῶνας . . . Ἀφροδίτης 66,1  
ἐν γὰρ θερμοτέρῳ τοκὰς ἄρρενος ἔπλετο γαστήρ (?)· 67,1  
καὶ μέλανες διὰ τοῦτο καὶ ἀνδρομελέστεροι ἄνδρες  
καὶ λαχνήεντες μᾶλλον.  
240
μηνὸς ἐν ὀγδοάτου δεκάτῃ πύον ἔπλετο λευκόν. 68,1  
δίγονοι 69,1  
ἀμνίον 70,1  
εἰ δέ τι σοι περὶ τῶνδε λιπόξυλος ἔπλετο πίστις, 71,1  
πῶς ὕδατος γαίης τε καὶ αἰθέρος ἠελίου τε  
245
κιρναμένων εἴδη τε γενοίατο χροιά τε θνητῶν  
τόσσ’, ὅσα νῦν γεγάασι συναρμοσθέντ’ Ἀφροδίτῃ . . .  
πῶς καὶ δένδρεα μακρὰ καὶ εἰνάλιοι καμασῆνες . . . 72,1  
ὡς δὲ τότε χθόνα Κύπρις, ἐπεί τ’ ἐδίηνεν ἐν ὄμβρῳ, 73,1  
εἴδεα ποιπνύουσα θοῷ πυρὶ δῶκε κρατῦναι . . .  
250
φῦλον ἄμουσον ἄγουσα πολυσπερέων καμασήνων. 74,1  
τῶν δ’ ὅσ’ ἔσω μὲν πυκνά, τὰ δ’ ἔκτοθι μανὰ πέπηγε, 75,1  
Κύπριδος ἐν παλάμῃσι πλάδης τοιῆσδε τυχόντα . . .  
τοῦτο μὲν ἐν κόγχαισι θαλασσονόμων βαρυνώτοις, 76,1  
ναὶ μὴν κηρύκων τε λιθορρίνων χελύων τε·  
255
ἔνθ’ ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν.  
<δένδρεα δ’> ἐμπεδόφυλλα καὶ ἐμπεδόκαρπα τέθηλεν 77,1  
καρπῶν ἀφθονίῃσι κατ’ ἠέρα πάντ’ ἐνιαυτόν. 78,1  
οὕτω δ’ ᾠοτοκεῖ μακρὰ δένδρεα πρῶτον ἐλαίας . . . 79,1  
οὕνεκεν ὀψίγονοί τε σίδαι καὶ ὑπέρφλοια μῆλα 80,1  
260
οἶνος ἀπὸ φλοιοῦ πέλεται σαπὲν ἐν ξύλῳ ὕδωρ. 81,1  
ταὐτὰ τρίχες καὶ φύλλα καὶ οἰωνῶν πτερὰ πυκνά 82,1  
καὶ λεπίδες γίγνονται ἐπὶ στιβαροῖσι μέλεσσιν·  
                                       αὐτὰρ ἐχίνοις 83,1  
ὀξυβελεῖς χαῖται νώτοις ἐπιπεφρίκασι.  
265
ὡς δ’ ὅτε τις πρόοδον νοέων ὡπλίσσατο λύχνον 84,1  
χειμερίην διὰ νύκτα, πυρὸς σέλας αἰθομένοιο  
ἅψας παντοίων ἀνέμων λαμπτῆρας ἀμοργούς,  
οἵ τ’ ἀνέμων μὲν πνεῦμα διασκιδνᾶσιν ἀέντων,  
φῶς δ’ ἔξω διαθρῷσκον, ὅσον ταναώτερον ἦεν, 84,5  
270
λάμπεσκεν κατὰ βηλὸν ἀτειρέσιν ἀκτίνεσσιν·  
ὣς δὲ τότ’ ἐν μήνιγξιν ἐεργμένον ὠγύγιον πῦρ  
λεπτῇσίν <τ’> ὀθόνῃσι λοχάζετο κύκλοπα κούρην,  
<αἳ> χοάνῃσι δίαντα τετρήατο θερπεσίῃσιν·  
αἳ δ’ ὕδατος μὲν βένθος ἀπέστεγον ἀμφιναέντος, 84,10  
275
πῦρ δ’ ἔξω διίεσκον, ὅσον ταναώτερον ἦεν.  
ἡ δὲ φλὸξ ἱλάειρα μινυνθαδίης τύχε γαίης 85,1  
ἐξ ὧν ὄμματ’ ἔπηξεν ἀτειρέα δῖ’ Ἀφροδίτη. 86,1  
γόμφοις ἀσκήσασα καταστόργοις Ἀφροδίτη. 87,1  
                               μία γίγνεται ἀμφοτέρων ὄψ. 88,1  
280
γνούς, ὅτι πάντων εἰσὶν ἀπορροαί, ὅσσ’ ἐγένοντο . . . 89,1  
ὣς γλυκὺ μὲν γλυκὺ μάρπτε, πικρὸν δ’ ἐπὶ πικρὸν ὄρουσεν, 90,1  
ὀξὺ δ’ ἐπ’ ὀξὺ ἔβη, δαερὸν δ’ ἐποχεῖτο δαηρῷ.  
οἴνῳ . . . μᾶλλον ἐνάρθμιον, αὐτὰρ ἐλαίῳ 91,1  
οὐκ ἐθέλει.  
285
Ἐμπεδοκλῆς δ’ αἰτιᾶται τὸ μεῖγμα τὸ τῶν σπερμάτων γίνεσθαι πυκνὸν ἐκ μαλακῆς τῆς γονῆς οὔσης ἑκατέρας· συναρμόττειν γὰρ τὰ κοῖλα τοῖς πυκνοῖς ἀλλήλων, ἐκ δὲ τῶν τοιούτων γίνεσθαι ἐκ μαλακῶν σκληρόν ὥσπερ ‘τῷ καττιτέρῳ μιχθέντα τὸν χαλκόν’, λέγων οὔτ’ ἐπὶ τοῦ χαλκοῦ καὶ τοῦ καττιτέρου τὴν αἰτίαν ὀρθῶς . . . [...] 92,1  
βύσσῳ δὲ γλαυκῆς κόκκος καταμίσγεται ἀκτῆς 93,1  
et niger in fundo fluvii color exstat ab umbra, 94,1  
atque cavernosis itidem spectatur in antris.  
Κύπριδος, φησίν, ἐν παλάμῃσιν ὅτε ξὺμ πρῶτ’ ἐφύοντο. 95,1  
290
ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισι 96,1  
τὼ δύο τῶν ὀκτὼ μερέων λάχε Νήστιδος αἴγλης,  
τέσσαρα δ’ Ἡφαίστοιο· τὰ δ’ ὀστέα λευκὰ γένοντο  
Ἁρμονίης κόλλῃσιν ἀρηρότα θεσπεσίηθεν.  
ἡ γὰρ γένεσις ἕνεκα τῆς οὐσίας ἐστίν, ἀλλ’ οὐχ ἡ οὐσία ἕνεκα τῆς γενέσεως. διόπερ Ἐμπεδοκλῆς οὐκ ὀρθῶς εἴρηκε λέγων ὑπάρχειν πολλὰ τοῖς ζῴοις διὰ τὸ συμβῆναι οὕτως ἐν τῇ γενέσει οἷον καὶ τὴν ‘ῥάχιν’ τοιαύτην ἔχειν ὅτι στραφέντος καταχθῆναι συνέβη. 97,1  
295
ἡ δὲ χθὼν τούτοισιν ἴση συνέκυρσε μάλιστα, 98,1  
Ἡφαίστῳ τ’ ὄμβρῳ τε καὶ αἰθέρι παμφανόωντι,  
Κύπριδος ὁρμισθεῖσα τελείοις ἐν λιμένεσσιν  
εἴτ’ ὀλίγον μείζων εἴτε πλεόνεσσιν (?) ἐλάσσων·  
ἐκ τῶν αἷμά τε γέντο καὶ ἄλλης εἴδεα σαρκός. 98,5  
300
κώδων. σάρκινος ὄζος 99,1  
ὧδε δ’ ἀναπνεῖ πάντα καὶ ἐκπνεῖ· πᾶσι λίφαιμοι 100,1  
σαρκῶν σύριγγες πύματον κατὰ σῶμα τέτανται,  
καί σφιν ἐπὶ στομίοις πυκιναῖς τέτρηνται ἄλοξιν  
ῥινῶν ἔσχατα τέρθρα διαμπερές, ὥστε φόνον μέν  
305
κεύθειν, αἰθέρι δ’ εὐπορίην διόδοισι τετμῆσθαι. 100,5  
ἔνθεν ἔπειθ’ ὁπόταν μὲν ἀπαΐξῃ τέρεν αἷμα,  
αἰθὴρ παφλάζων καταΐσσεται οἴδματι μάργῳ,  
εὖτε δ’ ἀναθρῴσκῃ, πάλιν ἐκπνέει, ὥσπερ ὅταν παῖς  
κλεψύδρῃ παίζουσα διειπετέος χαλκοῖο —  
310
εὖτε μὲν αὐλοῦ πορθμὸν ἐπ’ εὐειδεῖ χερὶ θεῖσα 100,10  
εἰς ὕδατος βάπτῃσι τέρεν δέμας ἀργυφέοιο,  
οὐδεὶς ἄγγοσδ’ ὄμβρος ἐσέρχεται, ἀλλά μιν εἴργει  
ἀέρος ὄγκος ἔσωθε πεσὼν ἐπὶ τρήματα πυκνά,  
εἰσόκ’ ἀποστεγάσῃ πυκινὸν ῥόον· αὐτὰρ ἔπειτα  
315
πνεύματος ἐλλείποντος ἐσέρχεται αἴσιμον ὕδωρ. 100,15  
ὣς δ’ αὔτως, ὅθ’ ὕδωρ μὲν ἔχῃ κατὰ βένθεα χαλκοῦ  
πορθμοῦ χωσθέντος βροτέῳ χροῒ ἠδὲ πόροιο, —  
αἰθὴρ δ’ ἐκτὸς ἔσω λελιημένος ὄμβρον ἐρύκει,  
ἀμφὶ πύλας ἠθμοῖο δυσηχέος ἄκρα κρατύνων,  
320
εἰσόκε χειρὶ μεθῇ, τότε δ’ αὖ πάλιν, ἔμπαλιν ἢ πρίν, 100,20  
πνεύματος ἐμπίπτοντος ὑπεκθέει αἴσιμον ὕδωρ.  
ὣς δ’ αὔτως τέρεν αἷμα κλαδασσόμενον διὰ γυίων  
ὁππότε μὲν παλίνορσον ἀπαΐξειε μυχόνδε,  
αἰθέρος εὐθὺς ῥεῦμα κατέρχεται οἴδματι θῦον,  
325
εὖτε δ’ ἀναθρῴσκῃ, πάλιν ἐκπνέει ἶσον ὀπίσσω. 100,25  
κέρματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν, 101,1  
<ζώονθ’> ὅσσ’ (?) ἀπέλειπε ποδῶν ἁπαλῇ περὶ ποίῃ . . .  
ὧδε μὲν οὖν πνοιῆς τε λελόγχασι πάντα καὶ ὀσμῶν. 102,1  
τῇδε μὲν οὖν ἰότητι Τύχης πεφρόνηκεν ἅπαντα. 103,1  
330
καὶ καθ’ ὅσον μὲν ἀραιότατα ξυνέκυρσε πεσόντα . . . 104,1  
αἵματος ἐν πελάγεσσι τεθραμμένη ἀντιθορόντος, 105,1  
τῇ τε νόημα μάλιστα κικλήσκεται ἀνθρώποισιν·  
αἷμα γὰρ ἀνθρώποις περικάρδιόν ἐστι νόημα.  
πρὸς παρεὸν γὰρ μῆτις ἀέξεται ἀνθρώποισιν. 106,1  
335
ἐκ τούτων <γὰρ> πάντα πεπήγασιν ἁρμοσθέντα 107,1  
καὶ τούτοις φρονέουσι καὶ ἥδοντ’ ἠδ’ ἀνιῶνται.  
ὅσσον <γ’> ἀλλοῖοι μετέφυν, τόσον ἄρ σφισιν αἰεί 108,1  
καὶ τὸ φρονεῖν ἀλλοῖα παρίσταται . . .  
γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, 109,1  
340
αἰθέρι δ’ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον,  
στοργὴν δὲ στοργῇ, νεῖκος δέ τε νείκεϊ λυγρῷ.  
δοκῇ δὲ ἐκεῖ φαίνεσθαι· οὐ γὰρ ἐπ’ ἐκείνου τοῦ κατόπτρου ὁρᾶται, ἀλλ’ ἡ ἀνάκλασις ἐπὶ τὸν ὁρῶντα 𝈻. περὶ μὲν οὖν τούτων ἐν τοῖς εἰς τὸν Τίμαιον εἴρηται. οὐ δεῖ δὲ εἴδωλον τοιοῦτον ἀκούειν οἷον τὸ κατὰ Δημόκριτον ἢ Ἐπίκουρον ἢ ὡς Ἐμπεδοκλῆς ‘ἀπορροὰς’ φαίη ἂν ἀπιέναι ἀπὸ ἑκάστου τῶν κατοπτριζομένων καὶ ‘τ<οῖς> <ὄμμασιν ὥσ>περ ἐούσας <εἰκόνας ἐναρμόζεσθαι>. 109a,1  
εἰ γάρ κέν σφ’ ἀδινῇσιν ὑπὸ πραπίδεσσιν ἐρείσας 110,1  
εὐμενέως καθαρῇσιν ἐποπτεύσῃς μελέτῃσιν,  
345
ταῦτά τέ σοι μάλα πάντα δι’ αἰῶνος παρέσονται,  
ἄλλα τε πόλλ’ ἀπὸ τῶνδ’ ἐκτήσεαι· αὐτὰ γὰρ αὔξει  
ταῦτ’ εἰς ἦθος ἕκαστον, ὅπῃ φύσις ἐστὶν ἑκάστῳ. 110,5  
εἰ δὲ σύ γ’ ἀλλοίων ἐπορέξεαι οἷα κατ’ ἄνδρας  
μυρία δειλὰ πέλονται ἅ τ’ ἀμβλύνουσι μερίμνας,  
350
ἦ σ’ ἄφαρ ἐκλείψουσι περιπλομένοιο χρόνοιο  
σφῶν αὐτῶν ποθέοντα φίλην ἐπὶ γένναν ἱκέσθαι·  
πάντα γὰρ ἴσθι φρόνησιν ἔχειν καὶ νώματος αἶσαν. 110,10  
φάρμακα δ’ ὅσσα γεγᾶσι κακῶν καὶ γήραος ἄλκαρ 111,1  
πεύσῃ, ἐπεὶ μούνῳ σοὶ ἐγὼ κρανέω τάδε πάντα.  
355
παύσεις δ’ ἀκαμάτων ἀνέμων μένος οἵ τ’ ἐπὶ γαῖαν  
ὀρνύμενοι πνοιαῖσι καταφθινύθουσιν ἀρούρας·  
καὶ πάλιν, ἢν ἐθέλῃσθα, παλίντιτα πνεύματ(α) ἐπάξεις· 111,5  
θήσεις δ’ ἐξ ὄμβροιο κελαινοῦ καίριον αὐχμόν  
ἀνθρώποις, θήσεις δὲ καὶ ἐξ αὐχμοῖο θερείου  
360
ῥεύματα δενδρεόθρεπτα, τά τ’ αἰθέρι ναιήσονται (?),  
ἄξεις δ’ ἐξ Ἀίδαο καταφθιμένου μένος ἀνδρός.  
ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος 112,1  
ναίετ’ ἀν’ ἄκρα πόλεος, ἀγαθῶν μελεδήμονες ἔργων,  
ξείνων αἰδοῖοι λιμένες, κακότητος ἄπειροι,  
365
χαίρετ’· ἐγὼ δ’ ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητός  
πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικα, 112,5  
ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις·  
τοῖσιν † ἅμ’ † ἂν ἵκωμαι ἐς ἄστεα τηλεθάοντα,  
ἀνδράσιν ἠδὲ γυναιξί, σεβίζομαι· οἱ δ’ ἅμ’ ἕπονται  
370
μυρίοι ἐξερέοντες, ὅπῃ πρὸς κέρδος ἀταρπός,  
οἱ μὲν μαντοσυνέων κεχρημένοι, οἱ δ’ ἐπὶ νούσων 112,10  
παντοίων ἐπύθοντο κλύειν εὐηκέα βάξιν  
δηρὸν δὴ χαλεπῇσι πεπαρμένοι <ἀμφ’ ὀδύνῃσιν>.  
ἀλλὰ τί τοῖσδ’ ἐπίκειμ’ ὡσεὶ μέγα χρῆμά τι πράσσων, 113,1  
375
εἰ θνητῶν περίειμι πολυφθερέων ἀνθρώπων ;  
ὦ φίλοι, οἶδα μὲν οὕνεκ’ ἀληθείη πάρα μύθοις, 114,1  
οὓς ἐγὼ ἐξερέω· μάλα δ’ ἀργαλέη γε τέτυκται  
ἀνδράσι καὶ δύσζηλος ἐπὶ φρένα πίστιος ὁρμή.  
ἔστιν Ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν, 115,1  
380
ἀίδιον, πλατέεσσι κατεσφρηγισμένον ὅρκοις·  
εὖτέ τις ἀμπλακίῃσι φόνῳ φίλα γυῖα μιήνῃ  
<νείκεϊ θ’> ὅς κ(ε) ἐπίορκον ἁμαρτήσας ἐπομόσσῃ,  
δαίμονες οἵτε μακραίωνος λελάχασι βίοιο, 115,5  
τρίς μιν μυρίας ὧρας ἀπὸ μάκαρων ἀλάλησθαι,  
385
φυομένους παντοῖα διὰ χρόνου εἴδεα θνητῶν  
ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύθους.  
αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει,  
πόντος δ’ ἐς χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ’ ἐς αὐγὰς 115,10  
ἠελίου φαέθοντος, ὁ δ’ αἰθέρος ἔμβαλε δίναις·  
390
ἄλλος δ’ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες.  
τῶν καὶ ἐγὼ νῦν εἰμι, φυγὰς θεόθεν καὶ ἀλήτης,  
νείκεϊ μαινομένῳ πίσυνος.  
             στυγέει δύστλητον Ἀνάγκην. 116,1  
ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κόρη τε 117,1  
395
θάμνος τ’ οἰωνός τε καὶ ἔξαλος ἔλλοπος ἰχθύς.  
κλαῦσά τε καὶ κώκυσα ἰδὼν ἀσυνήθεα χῶρον. 118,1  
ἐξ οἵης τιμῆς τε καὶ ὅσσου μήκεος ὄλβου . . . 119,1  
ἠλύθομεν τόδ’ ὑπ’ ἄντρον ὑπόστεγον . . . 120,1  
. . . . . . . . . . ἀτερπέα χῶρον, 121,1  
400
ἔνθα Φόνος τε Κότος τε καὶ ἄλλων ἔθνεα Κηρῶν  
αὐχμηραί τε Νόσοι καὶ Σήψιες ἔργα τε ῥευστά  
Ἄτης ἀν λειμῶνα κατὰ σκότος ἠλάσκουσιν.  
ἔνθ’ ἦσαν Χθονίη τε καὶ Ἡλιόπη ταναῶπις, 122,1  
Δῆρίς θ’ αἱματόεσσα καὶ Ἁρμονίη θεμερῶπις,  
405
Καλλιστώ τ’ Αἰσχρή τε, Θόωσά τε Δηναίη τε,  
Νημερτής τ’ ἐρόεσσα μελάγκουρός τ’ Ἀσάφεια.  
Φυσώ τε Φθιμένη τε, καὶ Εὐναίη καὶ Ἔγερσις, 123,1  
Κινώ τ’ Ἀστεμφής τε, πολυστέφανός τε Μεγιστώ  
καὶ Φορύη, Σωπή τε καὶ Ὀμφαίη . . .  
410
ὢ πόποι, ὢ δειλὸν θνητῶν γένος, ὢ δυσάνολβον, 124,1  
τοίων ἔκ τ’ ἐρίδων ἔκ τε στοναχῶν ἐγένεσθε.  
ἐκ μὲν γὰρ ζωῶν ἐτίθει νεκρὰ εἴδε’ ἀμείβων. 125,1  
<ἐκ δὲ νεκρῶν ζώοντα>.  
σαρκῶν ἀλλογνῶτι περιστέλλουσα χιτῶνι. 126,1  
415
ἐν θήρεσσι λέοντες ὀρειλεχέες χαμαιεῦναι 127,1  
γίγνονται, δάφναι δ’ ἐνὶ δένδρεσιν ἠυκόμοισιν.  
οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμός 128,1  
οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν,  
ἀλλὰ Κύπρις βασίλεια.  
420
τὴν οἵ γ’ εὐσεβέεσσιν ἀγάλμασιν ἱλάσκοντο  
γραπτοῖς τε ζῴοισι μύροισί τε δαιδαλεόδμοις 128,5  
σμύρνης τ’ ἀκρήτου θυσίαις λιβάνου τε θυώδους,  
ξανθῶν τε σπονδὰς μελιτῶν ῥίπτοντες ἐς οὖδας·  
ταύρων δ’ ἀκρήτοισι φόνοις οὐ δεύετο βωμός,  
425
ἀλλὰ μύσος τοῦτ’ ἔσκεν ἐν ἀνθρώποισι μέγιστον,  
θυμὸν ἀπορραίσαντας ἐ<ν>έδμεναι ἠέα γυῖα. 128,10  
ἦν δέ τις ἐν κείνοισιν ἀνὴρ περιώσια εἰδώς, 129,1  
ὃς δὴ μήκιστον πραπίδων ἐκτήσατο πλοῦτον,  
παντοίων τε μάλιστα σοφῶν <τ’> ἐπιήρανος ἔργων·  
430
ὁππότε γὰρ πάσῃσιν ὀρέξαιτο πραπίδεσσιν,  
ῥεῖ’ ὅ γε τῶν ὄντων πάντων λεύσσεσκεν ἕκαστον 129,5  
καί τε δέκ’ ἀνθρώπων καί τ’ εἴκοσιν αἰώνεσσιν.  
ἦσαν δὲ κτίλα πάντα καὶ ἀνθρώποισι προσηνῆ, 130,1  
θῆρές τ’ οἰωνοί τε, φιλοφροσύνη τε δεδήει.  
435
εἰ γὰρ ἐφημερίων ἕνεκέν τινος, ἄμβροτε Μοῦσα, 131,1  
ἡμετέρας μελέτας <ἅδε τοι> διὰ φροντίδος ἐλθεῖν,  
εὐχομένῳ νῦν αὖτε παρίστασο, Καλλιόπεια,  
ἀμφὶ θεῶν μακάρων ἀγαθὸν λόγον ἐμφαίνοντι.  
ὄλβιος, ὃς θείων πραπίδων ἐκτήσατο πλοῦτον, 132,1  
440
δειλὸς δ’, ᾧ σκοτόεσσα θεῶν πέρι δόξα μέμηλεν·  
οὐκ ἔστιν πελάσασθαι ἐν ὀφθαλμοῖσιν ἐφικτόν 133,1  
ἡμετέροις ἢ χερσὶ λαβεῖν, ᾗπέρ τε μεγίστη  
πειθοῦς ἀνθρώποισιν ἁμαξιτὸς εἰς φρένα πίπτει.  
οὐδὲ γὰρ ἀνδρομέῃ κεφαλῇ κατὰ γυῖα κέκασται, 134,1  
445
οὐ μὲν ἀπαὶ νώτοιο δύο κλάδοι ἀίσσονται,  
οὐ πόδες, οὐ θοὰ γοῦν(α), οὐ μήδεα λαχνήεντα,  
ἀλλὰ φρὴν ἱερὴ καὶ ἀθέσφατος ἔπλετο μοῦνον,  
φροντίσι κόσμον ἅπαντα καταΐσσουσα θοῇσιν. 134,5  
ἀλλὰ τὸ μὲν πάντων νόμιμον διά τ’ εὐρυμέδοντος 135,1  
450
αἰθέρος ἠνεκέως τέταται διά τ’ ἀπλέτου αὐγῆς . . .  
οὐ παύσεσθε φόνοιο δυσηχέος ; οὐκ ἐσορᾶτε 136,1  
ἀλλήλους δάπτοντες ἀκηδείῃσι νόοιο ;  
μορφὴν δ’ ἀλλάξαντα πατὴρ φίλον υἱὸν ἀείρας 137,1  
σφάζει ἐπευχόμενος μέγα νήπιος· οἱ δ’ ἀπορεῦνται  
455
λισσόμενον θύοντες· ὁ δ’ αὖ νήκουστος ὁμοκλέων  
σφάξας ἐν μεγάροισι κακὴν ἀλεγύνατο δαῖτα.  
ὡς δ’ αὔτως πατέρ’ υἱὸς ἑλὼν καὶ μητέρα παῖδες 137,5  
θυμὸν ἀπορραίσαντε φίλας κατὰ σάρκας ἔδουσιν.  
χαλκῷ ἀπὸ ψυχὴν ἀρύσας 138,1  
460
οἴμοι ὅτι οὐ πρόσθεν με διώλεσε νηλεὲς ἦμαρ, 139,1  
πρὶν σχέτλι’ ἔργα βορᾶς περὶ χείλεσι μητίσασθαι.  
δάφνης φύλλων ἄπο πάμπαν ἔχεσθαι 140,1  
δειλοί, πάνδειλοι, κυάμων ἄπο χεῖρας ἔχεσθαι. 141,1  
τὸν δ’ οὔτ’ ἄρ τε Διὸς τέγεοι δόμοι αἰγ<ιόχοιο> 142,1  
465
οὔ>τε ποτ’ Ἀΐδεω δέ<χετ’ ἠδ’ οἰ->κτ<ρ>ῆς τέγος <αὐ>δ<ῆς.  
κρηνάων ἄπο πέντε ταμόντ’ <ἐν> ἀτειρέϊ χαλκῷ . . . 143,1  
                                      νηστεῦσαι κακότητος. 144,1  
τοιγάρτοι χαλεπῇσιν ἀλύοντες κακότησιν 145,1  
οὔποτε δειλαίων ἀχέων λωφήσετε θυμόν.  
470
εἰς δὲ τέλος μάντεις τε καὶ ὑμνοπόλοι καὶ ἰητροί 146,1  
καὶ πρόμοι ἀνθρώποισιν ἐπιχθονίοισι πέλονται,  
ἔνθεν ἀναβλαστοῦσι θεοὶ τιμῇσι φέριστοι.  
ἀθανάτοις ἄλλοισιν ὁμέστιοι, αὐτοτράπεζοι, 147,1  
ἐόντες, ἀνδρείων ἀχέων ἀπόκληροι, ἀτειρεῖς.  
475
ἀμφιβρότην χθόνα. 148,1  
ἀέρα . . νεφεληγερέτην 149,1  
πολυαίματον ἧπαρ. 150,1  
ζείδωρος . . . Ἀφροδίτη. 151,1  
ἢ ὃ γῆρας πρὸς βίον καὶ ἑσπέρα πρὸς ἡμέραν. ἐρεῖ τοίνυν τὴν ἑσπέραν γῆρας ἡμέρας, ἢ ὥσπερ Ἐμπεδοκλῆς, καὶ τὸ γῆρας ἑσπέραν βίου ἢ δυσμὰς βίου. 152,1  
480
βαυβώ 153,1  
τὸ γοῦν βρέφος δοκεῖ τελειοῦσθαι ‘ἐν ἑπτὰ ἑβδομάσιν’, ὡς Ἐμπεδοκλῆς αἰνίττεται ἐν τοῖς Καθαρμοῖς. 153a,1  
καὶ δύσιν ἔκρινεν, περὶ δ(ὲ) ἤγαγεν αὖθις ὀπίσσω 154,1  
καρποφόροισιν ἐπιστέψας καλυκοστεφάνοισιν  
Ὥραις, γῆ δ’ ὕβριστο’  
485
ὠδῖνάς <τ’> ὀδύνας <τε> κυκέων ἀπάτας τε γόους τε. 154a,1  
[Arat. Phaen. 131s.] 154b,1  
αὐτίκα καὶ φυτὰ δῆλα, τὰ μέλλει κάρπιμ’ ἔσεσθαι. 154c,1  
cf. 28B20 DK ; Bignone = Orph. Frag. 354 K. 154d,1  
Τήλαυγες, κλυτὲ κοῦρε Θεανοῦς Πυθαγόρεω τε. 155,1  
490
Παυσανίην ἰητρὸν ἐπώνυμον Ἀγχίτεω υἱόν 156,1  
   φῶτ’ Ἀσκληπιάδην πατρὶς ἔθρεψε Γέλα,  
ὃς πολλοὺς μογεροῖσι μαραινομένους καμάτοισιν  
   φῶτας ἀπέστρεψεν Φερσεφόνης ἀδύτων.  
ἄκρον ἰατρὸν Ἄκρων’ Ἀκραγαντῖνον πατρὸς Ἄκρου 157,1